Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.70.1 | Hdt. 3.71.4 (English) | >>Hdt. 3.72.4 |
3.71.2 “ἐγὼ ταῦτα ἐδόκεον μὲν αὐτὸς μοῦνος ἐπίστασθαι , ὅτι τε ὁ Μάγος εἴη ὁ βασιλεύων καὶ Σμέρδις ὁ Κύρου τετελεύτηκε · καὶ αὐτοῦ τούτου εἵνεκεν ἥκω σπουδῇ ὡς συστήσων ἐπὶ τῷ Μάγῳ θάνατον . ἐπείτε δὲ συνήνεικε ὥστε καὶ ὑμέας εἰδέναι καὶ μὴ μοῦνον ἐμέ , ποιέειν αὐτίκα μοι δοκέει καὶ μὴ ὑπερβάλλεσθαι · οὐ γὰρ ἄμεινον .”
3.71.3 εἶπε πρὸς ταῦτα ὁ Ὀτάνης · “ὦ παῖ Ὑστάσπεος , εἶς τε πατρὸς ἀγαθοῦ καὶ ἐκφαίνειν ἔοικας σεωυτὸν ἐόντα τοῦ πατρὸς οὐδὲν ἥσσω · τὴν μέντοι ἐπιχείρησιν ταύτην μὴ οὕτω συντάχυνε ἀβούλως , ἀλλʼ ἐπὶ τὸ σωφρονέστερον αὐτὴν λάμβανε · δεῖ γὰρ πλεῦνας γενομένους οὕτω ἐπιχειρέειν .”
3.71.4 λέγει πρὸς ταῦτα Δαρεῖος · “ἄνδρες οἱ παρεόντες , τρόπῳ τῷ εἰρημένῳ ἐξ Ὀτάνεω εἰ χρήσεσθε , ἐπίστασθε ὅτι ἀπολέεσθε κάκιστα · ἐξοίσει γάρ τις πρὸς τὸν Μάγον , ἰδίῃ περιβαλλόμενος ἑωυτῷ κέρδεα .
3.71.5 μάλιστα μέν νυν ὠφείλετε ἐπʼ ὑμέων αὐτῶν βαλλόμενοι ποιέειν ταῦτα · ἐπείτε δὲ ὑμῖν ἀναφέρειν ἐς πλεῦνας ἐδόκεε καὶ ἐμοὶ ὑπερέθεσθε , ἢ ποιέωμεν σήμερον ἢ ἴστε ὑμῖν ὅτι ἢν ὑπερπέσῃ ἡ νῦν ἡμέρη , ὡς οὐκ ἄλλος φθὰς ἐμεῦ κατήγορος ἔσται , ἀλλά σφεα αὐτὸς ἐγὼ κατερέω πρὸς τὸν Μάγον .”
ch. 72
3.72.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.70.1 | Hdt. 3.71.4 (English) | >>Hdt. 3.72.4 |